1/18/2026

Ὁ Τρὰμπ τέλη πράττειν ἀπειλεῖ μεγάλα τοῖς τῶν Εὐρωπαίων πολιτείαις συναγορευομένων τῇ Γροινίᾳ

Ὁ Τρὰμπ ἤγγειλεν τέλη 10% πράξειν τοῖς ἀγοράσμασι τοῖς ἀπὸ τοῦ Ἡνωμένου Βασιλείου, τῆς Δανίας, τῆς Νορουηγίας, τῆς Σουηκίας, τῆς Φιννίας, τῆς Βαταύιας, τῆς Γαλλίας, καὶ τῆς Γερμανίας ἐπειδὴ κατέγνωσαν τοῦ προέδρου τὴν γνώμην ποιήσασθαι αὑτῷ τὴν Γροινίαν καὶ ἐκεῖσε στρατιώτας ἔπεμψαν. Ὁ μὲν Τρὰμπ ἀξιοῖ ὡς ἀναγκαία ἀσφαλείας ἕνεκα ταῖς Ἡνωμέναις Πολιτείαις ἡ Γροινία (ἡ γὰρ νῆσος πλουσία μεταλλείων καὶ ἐπιτήδειος ἵνα τά τε στρατιωτικὰ καὶ ἐμπορικὰ περὶ τὴν Ἀρκτικὴν ἐπιτροπεύῃ) καὶ παρασκευάζεται τούτου ἕνεκα εἴτε ταύτην πριᾶσθαι εἴτε βίᾳ χρῆσθαι, οἱ δὲ Γροινοὶ οὐδαμῶς ἐθέλουσιν Ἀμερικανοὶ γενέσθαι.

Οὐδαμῶς παύουσι σχετλιάζοντες οἱ Ἰρανοὶ ὡς δεινὰ ὑπὸ τῆς ἰσλαμικῆς τυραννίδος πάσχουσι.

Ἥδε ἡ εἱσκαιεικοστὴ σχετλιασμοῦ ἐστι ἡμέρα ἐν τῇ Ἰρανίᾳ ἀρξαμένου μὲν διὰ τὴν ἀπορίαν περὶ τῶν οἰκονομικῶν μεταλαχθέντος δὲ εἰς προσβολὴν κατὰ τῆς πολιτείας, ἣ ἰσλαμικῇ τυραννίδι ὑπὸ τοῦ Ἀλὶ Χαμενεῒ κυβερνᾶται. Τὸ διαδίκτυόν τε καὶ τὸ τηλέφωνον τοῖς πολίταις ἀφεῖλε. Πλείους δὲ τῶν εἰκοσικαιχιλίων νομίζονται οἱ ἀποθανόντες.